Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.227 Joseph. BJ 5.233 (English) >>Joseph. BJ 5.239

5.231ἐλειτούργει δὲ τοὺς μηροὺς μέχρις αἰδοίου διαζώματι καλύπτων λινοῦν τε ὑποδύτην ἔνδοθεν λαμβάνων καὶ ποδήρη καθύπερθεν ὑακίνθινον, ἔνδυμα στρογγύλον θυσανωτόν· τῶν δὲ θυσάνων ἀπήρτηντο κώδωνες χρύσεοι καὶ ῥοαὶ παράλληλοι, βροντῆς μὲν οἱ κώδωνες, ἀστραπῆς δʼ αἱ ῥοαὶ σημεῖον. 5.232 δὲ τὸ ἔνδυμα τῷ στέρνῳ προσηλοῦσα ταινία πέντε διηνθισμένη ζώναις πεποίκιλτο, χρυσοῦ τε καὶ πορφύρας καὶ κόκκου πρὸς δὲ βύσσου καὶ ὑακίνθου, διʼ ὧν ἔφαμεν καὶ τὰ τοῦ ναοῦ καταπετάσματα συνυφάνθαι. 5.233τούτοις δὲ καὶ ἐπωμίδα κεκραμένην εἶχεν, ἐν πλείων χρυσὸς ἦν. σχῆμα μὲν οὖν ἐνδυτοῦ θώρακος εἶχεν, δύο δʼ αὐτὴν ἐνεπόρπων ἀσπιδίσκαι χρυσαῖ, κατεκέκλειντο δʼ ἐν ταύταις κάλλιστοί τε καὶ μέγιστοι σαρδόνυχες, τοὺς ἐπωνύμους τῶν τοῦ ἔθνους φυλῶν ἐπιγεγραμμέναι. 5.234κατὰ δὲ θάτερον ἄλλοι προσήρτηντο λίθοι δώδεκα, κατὰ τρεῖς εἰς τέσσαρα μέρη διῃρημένοι, σάρδιον τόπαζος σμάραγδος, ἄνθραξ ἴασπις σάπφειρος, ἀχάτης ἀμέθυστος λιγύριον, ὄνυξ βήρυλλος χρυσόλιθος, ὧν ἐφʼ ἑκάστου πάλιν εἷς τῶν ἐπωνύμων ἐγέγραπτο. 5.235τὴν δὲ κεφαλὴν βυσσίνη μὲν ἔσκεπεν τιάρα, κατέστεπτο δʼ ὑακίνθῳ, περὶ ἣν χρυσοῦς ἄλλος ἦν στέφανος ἔκτυπα φέρων τὰ ἱερὰ γράμματα· ταῦτα δʼ ἐστὶ φωνήεντα τέσσαρα. 5.236ταύτην μὲν οὖν τὴν ἐσθῆτα οὐκ ἐφόρει χρόνιον, λιτοτέραν δʼ ἀνελάμβανεν,

-- --

ὁπότε δʼ εἰσίοι εἰς τὸ ἄδυτον· εἰσῄει δʼ ἅπαξ κατʼ ἐνιαυτὸν μόνος ἐν νηστεύειν ἔθος ἡμέρᾳ πάντας τῷ θεῷ.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.227 Joseph. BJ 5.233 (English) >>Joseph. BJ 5.239

Powered by PhiloLogic